Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.29.6 | Hdt. 2.30.4 (English) | >>Hdt. 2.32.2 |
2.30.2 ἀπέστησαν δὲ αὗται τέσσερες καὶ εἴκοσι μυριάδες Αἰγυπτίων τῶν μαχίμων ἐς τοὺς Αἰθίοπας τούτους διʼ αἰτίην τοιήνδε . ἐπὶ Ψαμμητίχου βασιλέος φυλακαὶ κατέστησαν ἔν τε Ἐλεφαντίνῃ πόλι πρὸς Αἰθιόπων καὶ ἐν Δάφνῃσι τῇσι Πηλουσίῃσι ἄλλη πρὸς Ἀραβίων τε καὶ Ἀσσυρίων , καὶ ἐν Μαρέῃ πρὸς Λιβύης ἄλλη .
2.30.3 ἔτι δὲ ἐπʼ ἐμεῦ καὶ Περσέων κατὰ ταὐτὰ αἱ φυλακαὶ ἔχουσι ὡς καὶ ἐπὶ Ψαμμητίχου ἦσαν · καὶ γὰρ ἐν Ἐλεφαντίνῃ Πέρσαι φρουρέουσι καὶ ἐν Δάφνῃσι . τοὺς ὦν δὴ Αἰγυπτίους τρία ἔτεα φρουρήσαντας ἀπέλυε οὐδεὶς τῆς φρουρῆς · οἱ δὲ βουλευσάμενοι καὶ κοινῷ λόγῳ χρησάμενοι πάντες ἀπὸ τοῦ Ψαμμητίχου ἀποστάντες ἤισαν ἐς Αἰθιοπίην .
2.30.4 Ψαμμήτιχος δὲ πυθόμενος ἐδίωκε · ὡς δὲ κατέλαβε , ἐδέετο πολλὰ λέγων καί σφεας θεοὺς πατρωίους ἀπολιπεῖν οὐκ ἔα καὶ τέκνα καὶ γυναῖκας . τῶν δέ τινα λέγεται δέξαντα τὸ αἰδοῖον εἰπεῖν , ἔνθα ἂν τοῦτο ᾖ , ἔσεσθαι αὐτοῖσι ἐνθαῦτα καὶ τέκνα καὶ γυναῖκας .
2.30.5 οὗτοι ἐπείτε ἐς Αἰθιοπίην ἀπίκοντο , διδοῦσι σφέας αὐτοὺς τῷ Αἰθιόπων βασιλέι , ὁ δὲ σφέας τῷδε ἀντιδωρέεται · ἦσάν οἱ διάφοροί τινες γεγονότες τῶν Αἰθιόπων · τούτους ἐκέλευε ἐξελόντας τὴν ἐκείνων γῆν οἰκέειν . τούτων δὲ ἐσοικισθέντων ἐς τοὺς Αἰθίοπας ἡμερώτεροι γεγόνασι Αἰθίοπες , ἤθεα μαθόντες Αἰγύπτια .
ch. 31
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.29.6 | Hdt. 2.30.4 (English) | >>Hdt. 2.32.2 |